---
[---]αι παρα[---]
[---]τον ἀνέλαβεν [---]
[---πρ?]ὸς Θεόδωρον καὶ Ἐπι.[---]
5
[--- ἔδω?]καν τοῖς ἰδίοις δαπανήμασιν [---]
[---]ματων συναποδημῶν ἀπή[ρ]ατο [---]
[---εἰ]ς Αργεδαβον πρὸς τὸν πατέρα α[ὐτοῦ?]
[--- παραγε?]νόμενος δὲ καὶ συντυχὼν ἅμα [---]
[---]ν τὴν ἀπ’ αὐτοῦ κατεκτήσατο τῇ π[όλει?]
10
[--- ἀπέ]λυσεν τὸν δῆμον, ἱερεύς τε γενόμεν[ος]
[θεοῦ μεγάλου Δερζ?]αλου τάς τε πομπὰς καὶ τὰς θυσίας [ἐ]-
[πετέλεσε λαμπ]ρῶς καὶ τοῖς πολίταις μετέδωκεν τ[ῶν]
[κρεῶν], τῷ τε [Σερ]άπει λαχὼν ἱερεὺς ὁμοίως τοῖς δαπ[ανή]-
[μασιν ἀνεστράφ?]η καλῶς καὶ φιλαγάθως, τοῦ τε ἐπωνύ[μου]
15
[τῆς πόλεως Διον]ύσου οὐκ ἔχοντος ἱερῆ ἀφ’ ἑτῶν πληόν[ων].
[παρακληθεὶς ὑ]πὸ τῶν πολιτῶν ἐπέδωκεν ἑαυτὸν κα[ὶ κα]-
[τὰ τὴν Γαίου] Ἀντωνίου παραχειμασίαν ἀναλαβὼ[ν]
[τὸν στέφανο]ν τοῦ θεοῦ τάς τε πομπὰς καὶ θυσίας ἐ[πε]-
[τέλεσε καλ]ῶς καὶ μεγαλομερῶς καὶ τοῖς πολίταις μ[ε]-
20
[τέδωκε κρε]ῶν ἀφθόνως, θεῶν τε τ[ῶ]ν ἐν Σαμοθρᾴκ[ῃ]
[τὸν στέφα]νον ἀνειληφὼς διὰ βίου τάς τε πομπὰς κ[αὶ]
[τὰς θυσία]ς ἐπιτελεῖ ὑπέρ τε τῶν μυστῶν καὶ τῆς π[ό]-
[λεως, νεωστ]εί τε τοῦ βασιλέως Βυρεβιστα πρώτου καὶ ὑ-
[ψίστου γε]γονότος τῶν ἐπὶ Θρᾴκης βασιλέων καὶ πᾶσα[ν]
25
[τὴν πέρ]αν τοῦ ποταμοῦ καὶ τὴν ἐπὶ τάδε κατεισχη-
[κότος γ]ενόμενος καὶ πρὸς τοῦτον ἐν τῇ πρώτῃ καὶ με-
[γίστῃ φ]ιλίᾳ τὰ βέλτιστα κατεργάζεται τῇ πατρίδι λέ-
[γων κα]ὶ συνβουλεύων τὰ κράτιστα καὶ τὴν εὔνοιαν τοῦ β[α]-
[σιλέ]ως πρὸς τὴν τῆς πόλεως σωτηρ[ί]αν προσπαραμ[υ]-
30
[θού]μενος ἔν τε τοῖς λοιποῖς ἅπασιν ἀφειδῶς ἑαυτὸν
[ἐν]διδοὺς εἰς τὰς τῆς πόλεως πρεσβήας ! καὶ κινδύνους ἐπ[ι]-
δεχόμενος [ἀ]όκνως πρὸς τὸ πάντως τι κατεργάζεσθα[ι]
τῇ πατρίδι συμφέρον, πρός τε Γναῖον Πομπήϊον Γναίου υ[ἱ]-
ὸν αὐτοκράτορα Ῥωμαῖον ἀποσταλεὶς ὑπὸ βασιλέως Βυραβε[ι]-
35
[σ]τα πρεσβευτὴς καὶ συντυχὼν αὐτῷ τῆς Μακεδονίας ἐν το[ῖς]
περ[ὶ Ἡρ]άκληαν τὴν ἐπὶ τοῦ Λύκου οὐ μόνον τοὺς ὑπὲρ τοῦ βα[σι]-
λέως χρηματισμοὺς διέθετο τὴν εὔνο[ι]αν τὴν Ῥωμαίων προ-
αγόμενος τῷ βασιλεῖ, ἀλὰ καὶ περὶ τῆς πατρίδος τοὺς καλλίστου[ς]
διέθετο χρηματισμούς, καθόλου δὲ κατὰ πᾶσ⸢α⸣ν περίστασιν κα[ι]-
40
[ρ]ῶν ψυχῇ καὶ σώματι παραβαλλόμενος καὶ δαπάναις χρώμ[ε]-
νος ταῖς ἐκ τοῦ βίου, τινὰ δὲ καὶ τῶν πολιτικῶν χορηγίων σώματι
ποιῶν παρ’ ἑαυτοῦ τὴν μεγίστην ἐνδείκνυτα[ι] σπουδὴν εἰς τὴν ὑ-
πὲρ τῆς πατρίδος σωτηρίαν· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται τιμῶν
τοὺς καλ[ο]ὺς καὶ ἀγαθοὺς ἄνδρας καὶ ἑαυτὸν εὐεργετοῦντας, δε[δό]-
45
[χθ]αι τῇ βουλῇ καὶ τῷ δήμῳ ἐπῃνῆσθαι μὲν ἐπὶ τούτοις Ἀκορνίων[α]
Διον[υ]σίου καὶ στεφανωθῆναι αὐτὸν ἐν τοῖς Διονυσίοις χρυσ[ῷ]
στεφάνῳ καὶ εἰκόνι χαλκῇ, στεφανοῦσθαι δὲ αὐτὸν καὶ εἰς τὸν λ[οι]-
[π]ὸν χρ[όν]ον καθ’ ἕκαστον ἔτος ἐν τοῖς Διονυσίοις χρυσῷ στε[φά]-
[ν]ῳ, δε[δό]σθαι δὲ αὐτῷ καὶ εἰς ἀνάστασιν ἀνδριάντος τό-
50
(vac.)πον τὸν ἐπιφανέστατον τῆς ἀγορᾶς.
|