[---(?) Εἴ]-
σι[δι Ὀσείρ- ou Σεράπ]ιδι Ἀνούβιδι /
Κα[ρποκρά]τηι.
3a Εἶσις ἐγώ εἰμι / ἡ τύραννος πάσης χ<ώ>ρας·
5
3b καὶ / ἐπαιδε[ύ]θην ὑπὸ Ἑρμοῦ καὶ /
3c γράμματα εὗρον μετὰ Ἑρμοῦ / τὰ δημόσια, ἵνα μὴ τοῖς αὐτοῖς / πάντα γράφηται.
4 Ἐγὼ νόμους / ἀνθρώποις ἐθέμην, καὶ ἐνομο/θέτησα ἃ οὐδεὶς δύναται μετα/θεῖναι.
5 Ἐγώ εἰμι Κρόνου θυγάτηρ / πρεσβυτάτη.
6 Ἐγώ εἰμι γυνὴ καὶ / ἀδελφὴ Ὀσείρε<ω>ς βασιλέ<ω>ς.
10
9 Ἐγώ / εἰμι θεοῦ Κυνὸς ἄστρωι ἐπιτέλ(λ)ουσα. /
10 Ἐγώ εἰμι ἡ παρὰ γυναιξὶ Θεὸς καλου/μένη.
11 Ἐμοὶ Βούβαστις πόλις <ὠ>ικοδο/μήθη.
12 Ἐγὼ ἐχώρισα γῆν ἀπ´ οὐρανοῦ. /
13 Ἐγὼ ἄστρων ὁδοὺς ἔδειξα.
15
14 Ἐγὼ ἡλίου καὶ / σελήνης πορείαν συνέταξα.
15 Ἐγὼ θαλάσ/σια ἔργα εὗρα.
16 Ἐγὼ τὸ δίκαιον ἰσχυρὸν ἐποί/ησα.
17 Ἐγὼ γυναῖκα καὶ ἄνδρα συνήγαγα. /
18 Ἐγὼ γυναιξὶ δεκάμηνον βρέφος ἐνέταξα. /
20
19 Ἐγὼ ὑπὸ τέκνων γονεῖς φιλοστοργεῖσθαι ἐνο/μοθέτησα.
20 Ἐγὼ τοῖς ἀστόργοις γονεῖσι δια/κειμένοις τειμωρίαν ἐπέθηκα.
21 Ἐγὼ μετὰ / τοῦ ἀδελφοῦ Ὀσείρε<ω>ς τὰς ἀνθρωποφαγίας ἔπαυσα. /
22 Ἐγὼ μυήσεις ἀνθρώποις ἀνέδειξα.
23 Ἐγὼ ἀγάλματα / θεῶν τειμᾶν ἐδίδαξα.
25
24 Ἐγὼ τεμένη θεῶν εἱδρυσά/μην.
25 Ἐγὼ τυράννω[ν] ἀρχὰς κατέλυσα.
27 Ἐγὼ στέργε/σθαι γυναῖκας ὑπὸ ἀνδρῶν ἠνάγκασα.
28 Ἐγὼ τὸ δί/καιον ἰσχυρότερον χρυσίου καὶ ἀργυρίου ἐποί/ησα.
29 Ἐγὼ τὸ ἀληθὲς καλὸν ἐνομοθέτησα / νομίζεσθαι.
30
30 Ἐγὼ συνγραφὰς γαμικὰς εὗρα. /
31 Ἐγὼ διαλέκτους Ἕλλησι καὶ βαρβάροις διεταξά/μην.
32 Ἐγὼ τὸ καλὸν καὶ τὸ αἰσχρὸν διαγεινώσκες/θαι [ὑπ]ὸ τῆς φύσεως ἐποίησα.
33 Ἐγὼ ὅρκου φόβον / [δεινότατο]ν ἐπ[οίησα].
33 Ἐγὼ ὅρκου φόβον / [δεινότατο]ν ἐπ[οίησα].
35
34 [Ἐγὼ τὸ]ν ἀδίκως ἐ[πιβου/λεύοντα]
|