---
[--- 7 Ἐγώ] εἰμ[ι ἡ πρώτη(?) καρπὸν ἀνθρώποις εὑ]-
[ροῦσα.8 Ἐγώ εἰμι μ]ήτηρ Ὥρο[υ βασιλέως. 9 Ἐγώ εἰμι ἡ ἐν τῷ τοῦ Κυνὸς
[ἄστρῳ ἐπιτέλλουσ]α. 10 Ἐγώ εἰμ[ι ἡ παρὰ γυναιξὶ Θεὸς καλουμένη.]
5
[11 Ἐμοὶ Βούβαστο]ς πόλις ᾠκο[δομήθη. 12 Ἐγὼ ἐχώρισα γῆν ἀπ´ οὐρανοῦ.]
[13 Ἐγὼ ἄστρων ὁδο]ὺς ἔδειξα. 14 [Ἐγὼ ἡλίου καὶ σελήνης πο]-
[ρέαν συνεταξάμ]ην. 15 Ἐγὼ θαλ[άσσια ἔργα εὗρον. 16 Ἐγὼ τὸ δίκαιον]
[ἰσχυρὸν ἐποίησ]α. 17 Ἐγὼ γυναῖκα [καὶ ἄνδρα συνήγαγον. 18 Ἐγὼ γυναι]-
[κὶ δεκαμηνιαῖο]ν βρέφος εἰς φῶ[ς ἐξενεγκεῖν ἔταξα. 19 Ἐγὼ]
10
[ὑπὸ τέκνου γον]εῖς φιλοστοργεῖσ[θαι ἐνομοθέτησα. 20 Ἐγὼ τοῖς]
[ἀστόργως γονεῦ]σι διακειμένοις τ[ειμωρίαν ἐπέθηκα. 21 Ἐγὼ μετὰ]
[τοῦ ἀδελφοῦ] Ὀσίριδος τὰς ἀν[θρωποφαγίας ἔπαυσα. 22 Ἐγὼ μυήσεις]
[ἀνθρώπ]οις ἐπέδειξα. 23 [Ἐγὼ ἀγάλματα θεῶν τειμᾶν ἐδίδαξα.]
[24 Ἐγὼ τε]μένη θεῶν ἱδρυσάμ[ην. 25 Ἐγὼ τυράννων ἀρχὰς κατέλυσα.]
15
[26 Ἐγὼ φόνου]ς ἔπαυσα. 27 Ἐγὼ στ[έργεσθαι γυναῖκας ὑπὸ ἀνδρῶν]
[ἠνάγκασα. 28 Ἐγὼ τ]ὸ δίκαιον ἰσχυρ[ότερον χρυσίου καὶ ἀργυρίου]
[ἐποίησα. 29 Ἐγὼ τὸ ἀλ]ηθὲς καλὸν [ἐνομοθέτησα νομίζεσθαι.]
[30 Ἐγὼ συνγραφὰς γαμ]ικὰς εὗρο[ν. ---]
---
|