Στρατηγοῦντος Μάρκου Στατίου Μοδίου [καὶ προ]-
στάτου Δικαίου· ὑπὸ Ἡρακλήας Ὀνή[σι---].
Οἱ ὑπόστολοι εἶπον· ἐπειδὴ Κρ[ίτων Κρί]-
τωνος κατασταθεὶς ὑπὸ τῆς [πόλεως]
5
ἱερεὺς τοῦ Σαράπιδος ἔν τε τοῖ[ς περὶ]
τοὺς θεοὺς ἀνέστραπται ἀξίως μὲ[ν τῆς ἑαυ]-
τοῦ καλοκαγαθίας, ἀξίως δὲ καὶ τῆς πό[λεως, σπου]-
δῆς καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων, ε[ἴς τε τοὺς]
θεραπευτὰς μεγαλομέρως καὶ ἐκτεν[ῶς δαπανῶν]
10
διατετέληκεν, βουλόμενος{ς} τε τὴν ἑα[υτοῦ προαί]-
[ρε]σιν {λ} ἀΐμνηστον καὶ τοῖς μετὰ ταῦτα κατα[στῆσαι ἐ]-
πέδωκεν εἴς τε τὴν τῶν θεῶν τιμὴν [καὶ τὸ κοι]-
νὸν τῶν ὑποστόλων ἐκ τοῦ ἰδίου βίου ἀρ[γυρίου δρα]-
[χ]μὰς χι[λ]ίας χάριν τοῦ γινομένης κατ´ ἐνιαυ[τὸν τῆς τῶ]-
15
ν ὑποστόλων συνόδου καὶ τῶν τόκων ἀ[ναλισκομένω]-
ν τάς τε τῶν θεῶν τιμὰς ἐπὶ πλεῖον αὐ[ξάνειν καὶ]
τοὺς ὑποστόλους ἀεὶ τὴς καθηκούση[ς μετέχ]-
ειν φιλανθρωπίας, διὸ καὶ δεδόχθαι τοῖς [ὑποστό]-
[λ]οις στεφανῶσαι Κρίτωνα Κρίτωνος [χρυσῷ στε]-
20
φάνῳ καὶ εἰκόνι γραπτῆι, μετέχειν τ[ε τῶν διὰ]
βίου πάντων <τῶν> τοῖς ὑποστόλοις διδομέν[ων φιλαν]-τῶν>
θρώπων, γίνεσθαι δὲ διὰ παντὸς τὴν [στεφάνωσιν]
αὐτοῦ ἐν πάσαις ταῖς κατὰ τὸ ἱερὸν γι[νομέναις]
ὑπὸ τῶν ὑποστόλων συνόδοις, ἀνα[τεθῆναι]
25
δὲ τὸ ψήφισμα τοῦτο καὶ τὸν στέφα[νον ἐν τῷ]
ἐπιφανεστάτῳ τοῦ Σεραπιείου τό[πῳ, οὗ]
καὶ τὴν εἰκόνα τεθῆναι, ἐφ´ ἃ καὶ ἐπ[ιγραφῆαι·]
Οἱ ὑπόστολοι Κρίτωνα Κρίτωνος τὸν ἱε[ρέα τοῦ]
[Σ]αράπιδος, ἀρετῆς ἕνεκεν καὶ εὐ[εργεσίας]
30
[τῆς εἰς ἑα]υτοὺς καὶ τῆς εἰς τὸ θεῖον εὐ[σεβείας].
|