[Θεὸς.] Τύχαν Ἀγαθάν. Στρατηγοῦντος τῶν
[Φωκέ]ων Ἀριστάρχου τοῦ Mνασία Στιρίεος, ἄρχον-
[τος ἐ]ν Τιθόρᾳ Θέωνος τοῦ Ξενείνου τὸ δεύτε-
[ρον, μην]ὸς δευτέρου, ἀπέδοτο Νυμηνὶς Ἡρακλείδα Τι-
5
[θορὶς τ]ῷ θεῷ τῷ Σαράπει τῷ ἐν Τιθόρᾳ σῶματα
[παιδάρ]ιον ᾧ ὄνομα Σωτήριχος ἐτῶν δέκα καὶ κορά-
[σιον ᾇ] ὄνομα Σπραγὶς ἐτῶν ἔξ τιμᾶς ἀργυρίου
[διναρί]ῳν τρισχειλίων, τὰν τειμὰν ἔχει πᾶσαν,
[ἐπὶ τοῖσ]δε ἐπ´ ἐλευθερίᾳ· μὴ καταδουλιξάσθω
10
[δὲ μη]δὲ Σωτηρίχου μηδὲ καὶ Σφραγείδα μηδὲ
[ἀγαγ]έτω εἰς δουλείαν μηδὲ ἐνεχυραξά-
[τω μη]δίς· εἰ δὲ μή ἀποτεισάτω τῶι θεῷ τῷ
[Σαράπει τ]ῷ ἐν Τιθόρᾳ ἀργυρίου δεινάρια τετρακισχείλια· ἐξου-
[σία δὲ ἔστ]ω τῷ θέλοντι Φωκέων προστᾶμεν Σωτηρίχου καὶ Σπ-
15
[ραγίδος, ἀ]νυποδίκῳ ὄντι καὶ ἀζαμίῳ πάσας δ<ίκας κ="κ">αὶ ζαμίας καὶ τὸ μὲν ἥ-ίκας>
[μισον ἔστω] τῶν τετρακισχειλίων διναρίων τοῦ θεοῦ τοῦ Σαράπι-
[ος, τὸ δὲ ἥμ]ισον τοῦ πρ<ο>στάντος. Παρμενεῖ δὲ Σωτήριχος καὶο>
[Σπραγὶς πά]ντα τὸν τᾶς ζωᾶς χρόνον δουλεύοντες καὶ ποιοῦντες
[τὸ ὑπ´αὐτᾶς ?] ἐπιτασόμενον πᾶν εὐαρέστως, τοῖς δὲ λοιποῖς ἐ-
20
[λεύθεροι κ]αὶ ἀνέπαφοι. Βεβαιωτήρ· Ἀρίστων Ἀρίστωνος. Ἔχρη-
[σε τὰν χέ]ρα ὑπὲρ Νυμηνὶν Νεικαίνετος Νεικαινέτου, αὐ[τᾶς]
[παρεούσα]ς καὶ κελευούσας χρῆσαι τὰν χέρα ὑπὲρ αὐτάν.
[Ἁ ὠνὰ παρ]ὰ τὸν θεὸν τὸν Σαράπιν καὶ παρὰ τὸν ἄρχοντα
[Θέωνα Ξ]ενείνου ἐν τῷ {τῷ} τεύχει. Μά<ρ>τυρες· Ἀγίας Σωκλά[ρου,]ρ>
25
[Κᾶφις ? Ἀ]ριστίωνος, Σοφοκλῆς Νεικοστράτου, Δαμαίνε-
[τος Μνα]σία, Μενεκράτης Σωφάνους. Χειρόγραφον Ἀρίσ-
[τωνος] τοῦ Ἀρίστωνος· γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προ-
[γεγρα]μμένας ὠνᾶς· μάρτυρες οἱ αὐτοί.
|