Θ ε ὸ ς Τ ύ χ α ν Ἀ γ α θ ά ν.
Ἄρχοντος ἐν Τιθόρᾳ Κάφιδο-
ς τοῦ Ἀριστίωνος, ἱερητεύοντος δ-
ὲ τῷ θεῷ τῷ Σαράπι Νεικαινέτου
5
[τ]οῦ Νεικαινέτου, μηνὸς τετάρτου,
ἀπέδοτο Ἀνασιφόρον Ἡρακλείδα Τιθορὶς
τῷ θεῷ τῷ Σαράπει σώματα γυναικεῖα δύ-
ο, αἷς ὀνόματα Νικάσι(ο)ν καὶ Στοργήν, τιμᾶς ἀ-
ργυρίου δειναρίων τρισχειλίων· τὰν τιμὰ-
10
ν ἀπέχει πασᾶν· ἐπὶ τοῖσδε ἐπ´ ἐλευθερίᾳ·
μὴ καταδουλιξάσστω δὲ Νικάσιον μηδὲ
Στοργὴν μηδ´ ἀπαγαγέτω μηδὲ ἐνέχυρα-
ξάτω· εἰ δὲ μή, ἀποτισάτω τῷ θεῷ τῷ Σαράπει
ἀργυρίου δεινάρια τετρακισχίλια· ἐξουσία δ´ ἔστ-
15
ω τῷ θέλοντι Φωκέων προστᾶμεν Νικασίου κ-
αὶ Στοργῆς ἀνυποδίκῳ ὄντι καὶ ἀζαμίῳ πάσ-
ας δίκας καὶ ζαμίας, καὶ τὸ μὲν ἥμισον ἔσ-
στω τῶν τετρακισχιλίων διναρίων τ-
οῦ θεοῦ τοῦ Σαράπιος, τὸ δὲ ἥμισον τοῦ προ-
20
στάντος. Παρμεν<ε>ῖ δὲ Νικάσι(ο)ν καὶ Στοργὴ πάν-
τα τὸν τᾶς ζωᾶς {Ἀνασιφόρ[ου]} Ὀνασιφόρου χρόνον
δουλεύουσαι, τοῖς δὲ λοιποῖς ἐλεύθεραι ἔ-
σ<των>. Βεβαιωτήρ· Καλλικράτης Νεοπτολέμο-
υ. Ἔχρησε τὰν χέρα Λούκιος Κορνήλιος Νί-
25
γερ, αὐτᾶς παρεούσας Ὀνασιφόρου καὶ κ-
ελευούσας χρῆσαι τὰν χέρα ὑπὲρ αὐτάν.
Τὰ ὠνὰ παρὰ τὸν θεὸν Σαράπιν καὶ παρὰ τὸ-
ν ἄρχοντα Κᾶφιν. Βεβαιωτήρ· Καλλικράτης Νε-
[ο]πτολέμου. Μάρτυρες· Πράξων Ζωπύρου,
30
[Σ]άμιος Γνωσιφίλου, Σωσίβιος Σωσιβίου. Χειρό-
γραφον Καλλικράτους τοῦ Νεοπτολέμου· γέγο-
να βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ὠ-
νᾶς· μάρτυρες οἱ αὐτοί. Ἔχρησε τὰν χέρα Λ<ούκι>ος
[Κ]αλοπόρνιος Ἄκρατος.
|