Θεὸς Τύχαν Ἀγαθάν. Ἄρχοντος Κάφιδος τοῦ Ἀρι-
στίωνος, ἱερητεύοντος δὲ τῷ θεῷ τῷ Σαράπει
Νεικαινέτ[ου] τοῦ Νεικαινέτου, μηνὸς ἐνδεκάτου, ἀπέ-
δοτο Νεικαίνετος Νεικαινέτου καὶ Διοκρίτα Τείμω-
5
νος Τιθορ<ε>ῖς, συνευαρεστεόντον καὶ τῶν υἱῶν αὐ-
τοῦ Νεικαινέτου καὶ Τείμωνος, τῷ θεῷ τῷ Σα-
ράπιδι κοράσιον δουλικόν, ὄνομα Ὀνασιφόρον,
τειμᾶς ἀργυρίου διναρίων χειλίων· τὰν τειμὰ-
ν ἀπέχομεν πασᾶν· ἐπὶ τοῖσδε ἐπ´ ἐλευθερίᾳ·
10
μὴ καταδουλιξάσθω δὲ Ὀνασιφόρον μη-
χυραξάτω κατὰ μηδένα τρόπον· εἰ δὲ μή ἀποτει-
σάτω τῷ θεῷ τῷ Σαράπει ἀργυρίου δεινάρια δισχί-
λια· ἐξουσία δὲ ἔστω τῷ θέλοντι προστᾶμεν Ὀν-
ασιφόρου ἀνυποδίκῳ ὄντι καὶ ἀζαμίῳ πάσας δί-
15
κας καὶ ζαμίας, καὶ ἄλ<λ>ῳ τῷ θέλοντι ὡς ὁμοίως,
καὶ τὸ μὲν ἥμισον ἔστω τῶν δισχι<λί>ων διναρίων
τοῦ θεοῦ τοῦ Σαράπιος, τὸ δὲ ἥμισον τοῦ προστάντος.
Παρμεν<ε>ῖ δὲ Ὀνασιφόρον πάντα τὸν τᾶς ζωᾶς χρό-
νον Νεικαίνετῳ Νεικαινέτου καὶ Διοκρίτᾳ Τίμω-
20
νος, τοῖς δὲ λοιποῖς ἄπασιν ἐλευθέρα ἔστω καὶ ἀνέ-
παφος· ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σαράπιν καὶ τὸν ἄρ-
χοντα Κᾶφιν. Βεβαιωτῆρες Νεικαίνετος Νικαινέτου
νεώτερος καὶ Τείμων Νεικαινέτου. Μάρτυρες· Ἀγί-
ας Σωκλάρου, Ἀριστίων Σωκλάρου, Καλλίδαμος
25
Καλλιγένους· χ<ε>ιρόγραφον Νικαινέτου τοῦ Νικαι-
νέτου· γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμέ-
να[ς] ὠνᾶς μάρτυρες οἱ αὐτοί. χ<ε>ιρόγραφον Τίμωνος
τοῦ Νικαινέτου· γέγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγε-
γραμ<μ>ένας ὠνᾶς· μάρτυρες οἱ αὐτοί.
|