Θεὸς Τύχαν Ἀγαθάν. Ἄρχοντος ἐν Τιθόρρᾳ Μνασία τοῦ Ξενίνου, στρα-
ταγέοντος δὲ τῶν Φωκέων Ἐπινίκου τοῦ Νικάρχου Λιλαιέος, ἱερητεύοντος δὲ
τῷ θεῷ τῷ Σαράπει Δαμοκλέα τοῦ Ἐχεκράτεος, μηνὸς τρίτου, ἀπέδοντο Λ[ά]-
ων καὶ Λάμπρων ὁ υἱὸς αὐτοῦ, συνευδοκέοντος καὶ τοῦ πατρὸς αὐτῶν, ὁμοίως
5
δὲ συνευδοκέοντος τᾷ ὠνᾷ καὶ τοῦ Τιμοξένου υἱοῦ Λάμπρωνος καὶ Θέωνος
τοῦ Τιμομάχου, χρήσαντος τὰν χέρα Λάωνος τοῦ Λάμπρωνος, τῷ θεῷ τῷ Σαρά-
πει τῷ ἐν Τιθόρρᾳ ἐπ´ ἐλευθερίᾳ σῶμα ἀνδρεῖον, ᾧ ὄνομα Σώτιμος, τὸν υἱὸ[ν]
Ἀρχοῦς, τιμᾶς ἀργυρίου μνᾶν πέντε. Τὰν τιμὰν ἔχει πᾶσαν. Βεβαιωτήρ· Θ[έ]ων Τιμο-
μάχου. Μὴ καταδουλιξάσθω δὲ μηδεὶς Σώσιμον μηδὲ καθ´ ὁποῖον τρόπον, μή-
10
τε αὐτὸν μήτε ἅ κα ἔχῃ, ἀλλὰ ἐλεύθερος ἔστω καὶ μὴ ποθεικέτω μηθενὶ μηθέν ἔ[τι]·
εἰ δέ τις καταδουλίζοιτο Σώσιμον, ἀποτεισάτω ἀργυρίου μνᾶς ἐξήκοντα {ποθιέρου}
ποθίερους τῷ θεῷ τῷ Σαράπει· ἐξέστω δὲ καὶ προστᾶμεν τῷ θέλοντι Φωκέων, ἐπὶ τῷ ἡ-
μίσῶ, καὶ τὸ μὲν ἥμισον ἔστω τοῦ προστάντος, τὸ δὲ ἥμισον τοῦ θεοῦ τοῦ Σαράπιος. Παρ-
αμεινάτω δὲ Σώτιμος Λάμπρωνι τὰν ζωάν, τῷ πατρὶ Λάωνος καὶ Τιμοξένου, ποιάν
15
τὸ ἐπιτασσόμενον πᾶν· εἰ δὲ μὴ παραμείνῃ Λάμπρωνι, ἀποτεισάτω ἀργυρίου πλά-
τη ἑβδομήκοντα, καὶ ἀγώγιμος ἔστω ποτὶ τὸ γεγραμμένον ἐπιτίμιον. Διδότω δὲ Λάμπ-
ρων Σωτίμῳ τὰν εὐσχημοσύναν. Ἁ ὠνὰ παρὰ τὸν θεὸν τὸν Σαράπιν, τὸ δὲ ἀντίγραφον παρὰ
τὸν ἄρχοντα Μνασίαν. Μάρτυρες· Καλλιγένης Τίμωνος, Ἀπολλώνιος Ἀπολλωνίδα, Βίων
Νικοδάμου.
|